[ ] Phokis — Delphi — 194/193 BC
1 στραταγέοντος Θόα Τριχονίου τὸ δεύτε-
RON MHNO\S *DI/OU, E)N *DELFOI=S DE\ A)/RXONTOS
Πειθαγόρα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε
ἀπέδοντ̣ο Σθένιος, Σωπάτρα Χαλειεῖς
5 τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Ἡραΐς καὶ τὸν υἱὸν αὐτᾶς
Σθένιον ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου
μνᾶν ἕξ. βεβαιωτῆρες κατὰ τὸν νόμον
καὶ τὰν συμβολάν. Ἵππων Ἀθανίωνος
10 Δελφός, Εὐαγορίδας Δεξινίκου Χαλει-
εύς. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος,
Ξένων, ἰδιῶται Κλεόδδαμος Πολυ-
κλείτου, Πιστέας, Πράξων Μαντία,
Δαμοχάρης Καλλείδα Δελφοί, Φιλ-
15 λίδας, Ξενόδοκος, Σωκράτης
Εὔφρονος Χα̣λειεῖς. ἁ ὠνὰ παρὰ
Εὐρύμαχον Δελφόν.
Search Help
Contact Us