[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Πανάμου,
E)N *DELFOI=S DE\ A)/RXONTOS *PEIQAGO/RA MHNO\S *BOUKATI/OU, A)PE/-
δοτο Τίμων Φιλλίδα Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
κορίδιον ἇι ὄνομα Εὔκλεια, τὰν ἐπίστευσε ἁ μάτηρ αὐτᾶς
5 Σώτιον, γένος ἐγ Δελφῶν, ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευ-
σε Εὔκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς
Ξένων, Ἄθαμβος, ἰδιῶται Ἀρισταίνετος, Δαμοχάρης. Ξενόστρα-
10 τος Δελφοί, Φίλων, Πυῤῥῖνος, Ἀρίστων, Αἰνίας Ἀμφισσεῖς,
Κάλλων Πλυγονεύς.
Search Help
Contact Us