[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Διοδώρου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστων Ἀρι-
στίωνος Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι Σώσιον τὰν ἰδίαν, ἀργυ-
ρίου μνᾶν πέντε. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Βούλων
5 Ξένωνος Δελφός, Σέλευκος Ἐπινίκου Πλυγονεύς. παραμενέτω δὲ
Σώσιον παρὰ Ἀρίστωνα ποέουσα τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι
κα ζώηι Ἀρίστων. εἰ δέ τί κα πάθη Ἀρίστων, τοῦ θεοῦ ἔστω Σώσιον
ἐλευθέρα οὖσα καὶ κυριεύουσα αὐτοσαυτᾶς καὶ ποέουσα ὅ κα θέληι,
κα[θ]ὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Σώσιον. μάρτυρες· Ξένων,
10 Ἄθαμβος τοὶ ἱερεῖς, Πράοχος, Πατρέας, Ξενοχάρης, Εὐρύμαχος, Κράτων
Ῥοδίου, Ἰατάδας Δελφοί, Δωρόθεος, Ἁρμόλαος Χαλειεῖς.
Search Help