[ ] Phokis — Delphi — 194 BC
1 STRATAGE/ONTOS *DIKAIA/RXOU *TRIXONE/OS MHNO\S *(ERMAI/OU, E)N *DELFOI=S DE\ A)/R-
[χ]οντος Διοδώρου μηνὸς Θεοξενίου, ἀπέδοτο Νικάτας Καλλιπολίτας σῶμα
[γ]υναικεῖον καὶ τὸ παιδάριον αὐτᾶς οἷς ὀνόματα Μαισίρα, Κότυς τὸ γένος Θράικια
τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου μνᾶν πέντ[ε], καθὼς ἐπίστευσαν τῶι θεῶι
5 τὰν ὠνάν, ἐφ’ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν, ποέοντας ὅ κα θέλωντι. βεβαιωτῆρες
κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Τεισίας Καλλιπολίτας, Ἰατάδας Δελφός.
μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δίων, Λύκων, Ἄνδρων Δελφοί, Σωσίνικος
[Ἀ]μφισσεύς, Ἀντιδώτας Καλλιπολίτας, Σέλευκος Πλυγονεύς.
Search Help
Contact Us