[ ]
Phokis — Delphi — 195/194 BC
1 | στραταγέοντος Δικαιάρχου μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Διο- |
δώρου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἰατάδας Δελφὸς | |
Ἰωνίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι τὸ γένος Φωκίδα ἐγ Δαυλίας, τιμᾶς | |
ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Ἰωνὶς τῶι θεῶι τὰν ὠνάν, | |
5 | ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ |
τὸν νόμον· Ἀρίστανδρος Πλυγονεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, | |
Ἄθαμβος· Ἀριστόμαχος Ἀριστοβούλου, Νικόδαμος Πεισιλά[ου], | |
Καλλικλῆς Νικομάχου Δελφοί, Νικάσιππος, Ἄρχων Πλυγονεῖς. |