[ ]
Phokis — Delphi — 200/199 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Δαμοκρίτου Καλυδωνίου μηνὸς Δίου, |
ἐν Δελφοῖς δὲ ἄρχοντος Μαντία καὶ ἱερέων Εὐκλέος, Ξένωνος μηνὸς | |
Ποιτροπίου, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Λαμπρία μηνὸς Παναγυρίου, | |
ἐπρίατο ὁ Ἀπόλλων ὁ Πύθιος παρὰ Σωσιβίου Ἀμφισσέος ἐπ’ ἐλευθερίαι | |
5 | σῶ[μα] γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος Ῥωμαίαν, τιμᾶς ἀργυρίου |
μνᾶν τριῶν καὶ ἡμιμναίου. προαποδότας κατὰ τὸν νόμον· Εὔμναστος | |
Ἀμφισσεύς. τὰν τιμὰν ἀπέχει, τὰν δὲ ὠνὰν ἐπίστευσε Νίκαια τῶι Ἀπόλλωνι | |
ἐπ’ ἐλευθερίαι. μάρτυροι· Φιλοκράτης Δαμοφάνεος, Εὔαρχος Δίωνος, Ὀρθόλαος | |
Παυσανία, Ἀριστόδαμος Τιμοδάμου, Μεγακλῆς, Λύκος Νικομάχου, Μνασίλα- | |
10 | ος Εὐδαμίδα, Δρωπίνας Ἄνδρωνος, Τίμων Ἀναξία, Πύθων, Γοργίας Νίκωνος, |
Παυσανίας, Ἀγασίδαμος Ἀμφισσεῖς, Καλλίας Μάχωνος, Σιμάδας Σκόπα, | |
Πολεμαῖος, Δάμαρχος Τίμωνος, Εὐθύδαμος Ξενοφάνεος, Τήλεφος, Ἡρωΐδας, | |
Σωγένης Ὀνομάρχου, Κρατίδας Ἡρακλειῶται, Ἀνδρόβολος Κυτινιεύς, Δρωπίνας | |
Καλλιπολίτας, Κλέων ὁ ναοκόρος, Εὐκλῆς ὁ ἱερεύς, Δάμων Δελφοί. ἁ ὠνὰ | |
15 | κεῖται ἔν τε τῶι ἱερῶι τοῦ Ἀπόλλωνος παρὰ Κλέωνα τὸν ναοκόρον καὶ Φιλοκρά- |
τη, Εὔ[α]ρχον, Ἀριστόδαμον Ἀμφισσεῖς, Καλλίαν Ἡρακλειώταν, | |
[Δ]ρωπίναν Καλλιπολίταν. |