[ ] Phokis — Delphi — 200/199 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Δαμοκρίτου Καλυδωνίου μηνὸς Δίου,
ἐν Δελφοῖς δὲ ἄρχοντος Μαντία καὶ ἱερέων Εὐκλέος, Ξένωνος μηνὸς
Ποιτροπίου, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Λαμπρία μηνὸς Παναγυρίου,
E)PRI/ATO O( *)APO/LLWN O( *PU/QIOS PARA\ *SWSIBI/OU *)AMFISSE/OS E)P' E)LEUQERI/AI
5 σῶ[μα] γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος Ῥωμαίαν, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν καὶ ἡμιμναίου. προαποδότας κατὰ τὸν νόμον· Εὔμναστος
Ἀμφισσεύς. τὰν τιμὰν ἀπέχει, τὰν δὲ ὠνὰν ἐπίστευσε Νίκαια τῶι Ἀπόλλωνι
ἐπ’ ἐλευθερίαι. μάρτυροι· Φιλοκράτης Δαμοφάνεος, Εὔαρχος Δίωνος, Ὀρθόλαος
Παυσανία, Ἀριστόδαμος Τιμοδάμου, Μεγακλῆς, Λύκος Νικομάχου, Μνασίλα-
10 ος Εὐδαμίδα, Δρωπίνας Ἄνδρωνος, Τίμων Ἀναξία, Πύθων, Γοργίας Νίκωνος,
Παυσανίας, Ἀγασίδαμος Ἀμφισσεῖς, Καλλίας Μάχωνος, Σιμάδας Σκόπα,
Πολεμαῖος, Δάμαρχος Τίμωνος, Εὐθύδαμος Ξενοφάνεος, Τήλεφος, Ἡρωΐδας,
Σωγένης Ὀνομάρχου, Κρατίδας Ἡρακλειῶται, Ἀνδρόβολος Κυτινιεύς, Δρωπίνας
Καλλιπολίτας, Κλέων ὁ ναοκόρος, Εὐκλῆς ὁ ἱερεύς, Δάμων Δελφοί. ἁ ὠνὰ
15 KEI=TAI E)/N TE TW=I I(ERW=I TOU= *)APO/LLWNOS PARA\ *KLE/WNA TO\N NAOKO/RON KAI\ *FILOKRA/-
τη, Εὔ[α]ρχον, Ἀριστόδαμον Ἀμφισσεῖς, Καλλίαν Ἡρακλειώταν,
[Δ]ρωπίναν Καλλιπολίταν.
Search Help
Contact Us