[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Ἀν[— — — —] μηνὸς Ποιτροπίου, [βουλευ]- |
όντων Ἀριστ[οκλέα τοῦ Φιλονίκ]ου, Δάμωνος τοῦ Πολεμάρ[χου], | |
ἀπέδοτο Μέ[ντωρ Λ]αιάδα τῶ Ἀπόλλωνι τῶ Πυθίω σῶμα γυ[ναι]- | |
κεῖον οἰκογεν[ὲς ἇ ὄν]ομα Μενηδύλα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, | |
5 | καὶ τὰν τιμὰν [ἔχει] πᾶσαν, ἐφ’ ὧτε ἐλευθέραν καὶ ἀνέφαπτον |
Μενηδύλα[ν] εἶμεν ἀπὸ πάντων τὸν πάντα χρόνον. | |
εἰ δέ τις ἐφ[άπτοιτο] ἐπὶ καταδουλισμῶ τοῦ προγεγραμμέ- | |
νου σώματ[ος, κύριος] ἔστω ἀφαιρείμενος ἐπ’ ἐλευθερία ὁ παρα- | |
τυχὼν κα[ὶ ὁ βεβαιωτὴρ] Διόδωρος [Δωρο]θέου [καὶ ὁ ἀποδόμενος]. βεβαιωτὴρ | |
10 | κατὰ τοὺς ν[όμους τᾶς] πόλιος· Διόδωρος Δωροθέου. μάρτυρες· ὁ ἱερεὺς |
τοῦ Ἀπόλλω[νος Πολέμαρχ]ος Δάμωνος· Φίλων Στρατάγου, Νικ[․․․․] | |
Φιλονίκου, Διόδ[ωρος Ὀρέστα], Διονύσιος, Ἐπίνικος. |