SGDI II 2108
[ ] Phokis — Delphi — 150-140 BC
1 [ἄρχοντ]ος Βαβύλου μηνὸς Βουκατίου, ἀπέδοτο [Σωτίμα] τῶι Ἀπόλλωνι,
[συνευδοκ]εόντων καὶ τῶν υἱῶν αὐτᾶς Διονυσίου, ․․․․․․․, σῶμα γυναικεῖο[ν ․․․․․]
[․․․․․․․․ τὸ γένος] Σαρματίν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμι[μνα]ίου, καὶ τὰν τιμὰν ἔχει·
[βεβαιωτὴρ κατ]ὰ τοὺς νόμους· Ἀστόξενος Διονυσίου· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν κα[ὶ
5 ἀνέφαπτον ἀπὸ πάν]των τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι.
[εἰ δέ τις ἅπτοιτο] ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
[ἅ τε ἀποδομέ]να Σωτίμα καὶ ὁ βεβαιωτὴρ Ἀστόξενος. ὁμοίως δὲ καὶ οἱ παρατυγχ[άνοντες]
[κύριοι ἐόντ]ων συλ[ή]οντες ․․․․․․․․ [ὡς] ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπ[όδικοι]
[πάσας] δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, [Ἀ]ν[δ]ρόν[ικος]
10 [καὶ τῶν ἀ]ρχόντων Ἄλκιμος κ[αὶ ἰδιῶται Πασ[ί]ων, ․․․․σιππος, Σωτάδας, Μέ[νης].
Search Help
Contact Us