[ ] Phokis — Delphi — 150-140 BC — BCH 66-67.1942-43.69,1 — Amandry
1 [ἄρ]χοντος ἐν Ἀντικύρα Δάμωνος μηνὸς Διο-
[νυ]σίου, ἐν Δελφοῖς δὲ [ἄ]ρχοντος Βαβύλου μηνὸς Ἀμαλ[ίου],
[ἀπέδο]το Σωσιγένης Σωσικράτεος Ἀντικυρεὺς τῶι Ἀπόλλωνι τ[ῶι Πυθίωι σῶμα]
[γυναικε]ῖον ἇι ὄνομα Σωσὼ καὶ τὸν ὑὸν {²⁶υἱὸν}²⁶ αὐτᾶς ὧι ὄνομα Σώστρατος τὸ γέν[ος]
5 [οἰκογε]νῆ, τιμᾶς ἀργυρί[ο]υ μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Ἀρίστω̣ν
[Δαμοφά]νεος Δελφός. καθὼς ἐπίστευσαν Σωσὼ καὶ Σώστρατος τῶι θεῶι τὰν ὠνάν· ἐ[φ]
[ὧιτε ἐλ]ευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρόνον. [παρα]μεινάν
[των δὲ Σωσὼ] καὶ Σώστρατος παρὰ Σωσιγένη, ἄχρι οὗ κα ζώηι Σωσιγέν[η]ς, ποιέοντες
[τὸ ποτιτασσόμ]ενον ἀνεγ[κ]λήτως. ἐπεὶ δέ κά τι πάθη Σωσιγένης, ἐλευθέρα
10 ἔστω Σωσὼ
[καὶ Σώστρατος καὶ] ἀνέφαπτο[ι] ἀπὸ πάντων. εἰ δέ τις ἐφάπτοιτο μετὰ τὸ ἀπ[οθ]α[νε]ῖν Σω[σι]γέν[η]
[Σωσοῦς καὶ Σωσ]τράτου ἐπὶ καταδουλισμῶι, ἀποτισάτω ἀργυρίου μ̣[ν]ᾶς [δ]έκα, ὁ[μοί]ω̣ς [δὲ καὶ]
[οἱ παρατυγχάνον]τες κύριοι ἐόντων συλήοντες Σωσὼ κα[ὶ] Σώ[σ]τρα[τ]ον ὡς ἐλευθέ[ρους ὄν]-
[τας ἀνυπόδικ]ο̣ι̣ ὄντες καὶ ἀ[ζ]άμιοι πάσας δίκας καὶ ζαμίας. [μάρ]τυρες· ὁ ἱερ[ε]ὺς το[ῦ Ἀπολλωνος]
[Ἀνδρόνικος] καὶ οἱ ἄρχοντες Ἀρχέλαος Δαμοσθένεος, [Ἰα]τάδας Πάτρωνος, Ἀγίων Κλ[ευδάμου, καὶ ἰδι]-
15 [ῶται Σωσίπατρος (?)] Αἰακίδα, Δαμοσθένης, Δαμοφάνης Δελφοὶ, Τίμαρχος, Ξένων, Ξ̣ενοκράτης [Ἀ]ν̣τ̣ι̣[κυρεῖς].
Search Help