[ ]
Phokis — Delphi — 100 BC
1 | ἄρχοντος Δαμοκράιεος μηνὸς Ἡρ[αίου], |
[βουλευόντων ․․․․․․ Ἰ]ατάδα,Ἀριστίωνος, | |
[ἐπὶ τοῖσδε] ἀπέδοτο Ζωπύ[ρα τῶι Ἀπόλλωνι τῶι Πυθίωι] | |
[σῶμα γυ]ναικ[εῖ]ον ἇι ὄνομα Νίκαια, τι[μᾶς ἀργυρίου], | |
5 | [καὶ τὰν] τιμ[ὰν ἔχει πᾶ]σαν, καθ[ὼς ἐ]πίστευ[σε τῶι θεῶι τὰν ὠνάν], |
[ἐφ’ ὧιτε ἐλευθέ]ραν [εἶμεν κ]αὶ ἀνέφαπτον ἀπ[ὸ πάντων ․․․․․]. | |
βεβαιω[τῆρες·] Μέν[ων, Κρ]άτων, Νικ[․․․․․]- | |
[․․․․ εἰ δ]έ τις ἐφάπτοιτο [Νικαίας ἐπὶ καταδουλισμῶι], | |
βέβαιον παρεχόντων τῶι τὰν ὠνὰν ἅ τε [ἀποδομένα] | |
10 | [καὶ οἱ βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλ]ιος. ὁ[μοίως δὲ καὶ] |
[ὁ παρατυχὼν κύριος ἔστω συλέων αὐ]τὰν ὡ[ς ἐλ]ευ[θέ]ραν [ο]ὖσαν ἀνυ[πόδικος ὤν πάσας] | |
[δίκας καὶ] ζ[αμία]ς. μάρτυροι οἱ ἱερεῖς Αἰακίδας ․․․․․․․․․․․ |