[ ]
Phokis — Delphi — 182/181 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀνέθηκε Ἀλκέσιππος |
Βουθήρα Καλυδώνιος τῶι θεῶι καὶ τᾶι πόλει τᾶι Δελφῶν χρυσοῦς ἑκατὸν τρι- | |
άκοντα καὶ ἀργυρίου μνᾶς εἴκοσι δύο στατῆρας τριάκοντα, εἴ τί κα πάθη | |
Ἀλκέσιππος, ὥστε θυσίαν καὶ δαμοθοινίαν συντελεῖν τὰν πόλιν τῶν Δελφῶν | |
5 | τῶι Ἀπόλλωνι τῶι Πυθίωι κατ’ ἐνιαυτὸν ποτονομάζοντας Ἀλκεσίππεια ἀπὸ |
τῶν τόκων τοῦ τε χρυσίου καὶ ἀργυρίου, συντελεῖν δὲ τὰν θυσίαν ἐν τῶι Ἡραίωι | |
μηνί, πονπεύειν δὲ ἐκ τᾶς ἅλωος τοὺς ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ τὸν ἄρχοντα | |
καὶ τοὺς πρυτάνεις καὶ τοὺς ἄλλους πολίτας πάντας. ἀναγραψάντω δὲ οἱ ἄρ- | |
χοντες ἐν τῶι ἱερῶι καὶ ἁ ἀνάθεσις κυρία ἔστω. καὶ τὰ ἄλλα πάντα τὰ ἴδια {α} | |
10 | ἀνατίθητι, εἴ τί κα πάθη, τῶι θεῶι καὶ {καὶ} το͂ι πόλει, καὶ Θευτίμαν τὰν ἰδίαν |
θεράπαιναν ὥστε ἐλευθέραν εἶμεν αὐτάν, εἴ τί κα πάθη. Θαψάντω δὲ Δάμιππος | |
καὶ Θευτίμα καὶ Ἀγέας καὶ Πισίλαος ἀπὸ τῶν χαλκῶν, τῶν καταλιμπάνει πα- | |
ρ’ αὐσαυτόν, καὶ λόγον ἀποδόντω τᾶι πόλει. μάρτυροι· Κριτόλαος, Λάτροπος, | |
Ἀγέας, Πολεμοκράτης, Ἀγασίδαμος, Γενναῖος, Ξενοκράτης Μεδεώνιος, Στρά- | |
15 | ταγος, Καλλικλῆς, Ἀνδρόνικος, Πισίλαος, Δεξικράτης, Χαρίξενος, Πολέμαρ[χ]- |
ος Παυσανία. τὰς διαθήκας φυλάσσει Ἄθαμβος, Ἀγέας, Πεισίλαος. |