[ ] Phokis — Delphi — 100-1 BC
1 ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα μηνὸς Ἀμαλίου, βουλευόντων Ἐράτωνος,
Νικία, Κλεομάντιος, ἀπέδοντο Γρῖπος καὶ Φιλὼι τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάρια
δύο οἰκογενῆ οἷς ὀνόματα Φίλιππος καὶ Θεοκλῆς, τειμᾶς ἀργυρίου μνᾶν
ἕξ, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσαν τῶι Ἀπόλλωνι
5 Φίλιππος καὶ Θεοκλῆς τὰν ὠνάν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς
πόλιος· Πύῤῥος Δρομοκλείδα, Νικίας Κλέωνος. εἰ δέ τις ἐ<φ>άπτοιτο Φιλίπ-
που ἢ Θεοκλέος. βεβαίου{ου}ς {²⁶βεβαίους}²⁶ παρεχόντων τῶ θεῶ τὰς ὠνὰς οἵ τε ἀποδόμενοι
καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ παρέχοισαν τὰς ὠνάς, πράκτιμοι ἔσστω-
σαν κατὰ τοὺς νόμους τᾶς πόλιος. κύριοι δὲ ἔστωσαν καὶ οἱ παρατυγχάνον-
10 τες συλήοντες Φίλιππον καὶ Θεοκλῆν ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ὄντες
καὶ ἀν{α}υπόδικοι {²⁶ἀνυπόδικοι}²⁶ πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ἱερεῖς τοῦ Ἀπόλλωνος
Λαιάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος καὶ ἰδιῶται Φιλόνικος Διοδώ-
ρου, Καλλίστρατος Αἰακίδα, Πάσων Ὀρέστα, Βαβύλος Αἰακίδα, Κλέων Κλεοδά-
μου, Δάμων Μένητος καὶ ὁ νεοκόρος τοῦ Ἀπόλλωνος Δάμων Ὀρθαίου.
15 εἰ δέ τι γένοιτο περὶ Γρῖπον ἢ Φιλὼ ἀνθρώπινον, ποησάτ<ω> τὰ ποτὶ γᾶν πάντα
Φίλων, καὶ ὅσα κα ἀπολίπωνται, πάντα λαβέτωσαν κοινῶς Φίλων καὶ Φίλιππος.
παραμεινάτω δὲ Φίλιππος Γρείπω καὶ Φιλοῖ.
Search Help
Contact Us