[ ]
Phokis — Delphi
1 | ἄρχοντος Καλλιδάμου μηνὸς Ποιτροπίου, |
βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀ- | |
μύντα, Γλαύκου, γραμματεύοντος δὲ Ἁ- | |
βρομάχου, ἀπέδοτο Δικαιαγόρα Διοδώρου | |
5 | τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- |
ον ἇι ὄνομα Περιστερὰ οἰκογενής, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν τριῶν ἡμιμναίου, καὶ τὰν τι- | |
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Περι- | |
στερὰ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ- | |
10 | θέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρό- |
νον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς | |
κα θέληι, συνευδοκέοντος καὶ τοῦ ὑοῦ Δι- | |
οδώρου. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς | |
πόλιος· Ἄρχων Καλλία. εἰ δέ τις ἐφά- | |
15 | πτοιτο Περιστερᾶς ἐπὶ καταδουλισ- |
μῶι, κύριος ἔστω ὁ πα<ρα>τυχὼν συ- | |
λέων ὡς ἐλευ- | |
θέραν οὖσαν | |
ἀζάμιος ὢν καὶ ἀνυπόδι[κος πάσας] | |
20 | δίκας καὶ ζαμίας. μάρτυρ[οι· οἱ ἱερεῖ]ς |
τοῦ Ἀπόλλωνος Ἄρχων Κα[λλία, Ἄθα]μβος | |
Ἁβρομάχου κα<ὶ> τῶν ἀρχόν[των Ἀμύν]τας, | |
Ἁβρόμαχος καὶ ὁ ναοκόρος Ἀ[τεισίδας], ἰδι- | |
ῶται Γοργύλος, Τιμόκριτος, [․․․․․․]δας, | |
25 | Πατρέας, Πράοχος, Θεόφρασ[τος]. |