[ ] Phokis — Delphi
1 ἄρχοντος Καλλιδάμου μηνὸς Ποιτροπίου,
βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀ-
μύντα, Γλαύκου, γραμματεύοντος δὲ Ἁ-
βρομάχου, ἀπέδοτο Δικαιαγόρα Διοδώρου
5 τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Περιστερὰ οἰκογενής, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν ἡμιμναίου, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Περι-
στερὰ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ-
10 θέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρό-
νον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς
κα θέληι, συνευδοκέοντος καὶ τοῦ ὑοῦ Δι-
οδώρου. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς
πόλιος· Ἄρχων Καλλία. εἰ δέ τις ἐφά-
15 πτοιτο Περιστερᾶς ἐπὶ καταδουλισ-
μῶι, κύριος ἔστω ὁ πα<ρα>τυχὼν συ-
λέων ὡς ἐλευ-
θέραν οὖσαν
ἀζάμιος ὢν καὶ ἀνυπόδι[κος πάσας]
20 δίκας καὶ ζαμίας. μάρτυρ[οι· οἱ ἱερεῖ]ς
τοῦ Ἀπόλλωνος Ἄρχων Κα[λλία, Ἄθα]μβος
Ἁβρομάχου κα<ὶ> τῶν ἀρχόν[των Ἀμύν]τας,
Ἁβρόμαχος καὶ ὁ ναοκόρος Ἀ[τεισίδας], ἰδι-
ῶται Γοργύλος, Τιμόκριτος, [․․․․․․]δας,
25 Πατρέας, Πράοχος, Θεόφρασ[τος].
Search Help
Contact Us