[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος Ὑβρία ἐν Δελφοῖς, βουλευόντων τὰν δευτέ-
ραν ἑξάμηνον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ
Πολύωνος γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομέ-
νεος μηνὸς Θεοξενίου, ἀπέδοτο Ἀπολλόδωρος Φιλίπ-
5 που Συρακόσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄνομα Βάκχιος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Βάκχιος τῶι θεῶι
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπ[τος]
ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη [καὶ]
10 ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τ[ὸν νό]-
μον τᾶς πόλιος· Χαρίξενος Ἀλέξωνος
Δελφός. εἰ δέ τις ἐφάπτοιτο Βακχίου ἐπὶ
καταδουλι<σ>μῶι, κύριος ἔστω ὁ παρατυχὼν
συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ
15 ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμ-
βος καὶ οἱ ἄρχοντες Ἁγίων, Τιμοκλῆς, Βαβύ-
λος, ἰδιῶται Ἁγίων Πολυκλείτου, Ἁγίων Ἐκεφύ-
λου, Πράοχος, Φιλιστίων, Καλλείδας Εὐκλείδα.
Search Help
Contact Us