[ ]
Phokis — Delphi — ca. 140-100 BC
| 1 | ἄρχοντος Ὑβρία ἐν Δελφοῖς, βουλευόντων τὰν δευτέ- |
| ραν ἑξάμηνον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ | |
| Πολύωνος γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομέ- | |
| νεος μηνὸς Θεοξενίου, ἀπέδοτο Ἀπολλόδωρος Φιλίπ- | |
| 5 | που Συρακόσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- |
| ον ὧι ὄνομα Βάκχιος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι- | |
| μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Βάκχιος τῶι θεῶι | |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπ[τος] | |
| ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη [καὶ] | |
| 10 | ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τ[ὸν νό]- |
| μον τᾶς πόλιος· Χαρίξενος Ἀλέξωνος | |
| Δελφός. εἰ δέ τις ἐφάπτοιτο Βακχίου ἐπὶ | |
| καταδουλι<σ>μῶι, κύριος ἔστω ὁ παρατυχὼν | |
| συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ | |
| 15 | ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ- |
| ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμ- | |
| βος καὶ οἱ ἄρχοντες Ἁγίων, Τιμοκλῆς, Βαβύ- | |
| λος, ἰδιῶται Ἁγίων Πολυκλείτου, Ἁγίων Ἐκεφύ- | |
| λου, Πράοχος, Φιλιστίων, Καλλείδας Εὐκλείδα. |