[ ]
Phokis — Delphi — ca. 140-100 BC
1 | ἄρχοντος Ὑβρία ἐν Δελφοῖς, βουλευόντων τὰν δευτέ- |
ραν ἑξάμηνον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ | |
Πολύωνος γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομέ- | |
νεος μηνὸς Θεοξενίου, ἀπέδοτο Ἀπολλόδωρος Φιλίπ- | |
5 | που Συρακόσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- |
ον ὧι ὄνομα Βάκχιος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι- | |
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Βάκχιος τῶι θεῶι | |
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπ[τος] | |
ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη [καὶ] | |
10 | ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τ[ὸν νό]- |
μον τᾶς πόλιος· Χαρίξενος Ἀλέξωνος | |
Δελφός. εἰ δέ τις ἐφάπτοιτο Βακχίου ἐπὶ | |
καταδουλι<σ>μῶι, κύριος ἔστω ὁ παρατυχὼν | |
συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ | |
15 | ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ- |
ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμ- | |
βος καὶ οἱ ἄρχοντες Ἁγίων, Τιμοκλῆς, Βαβύ- | |
λος, ἰδιῶται Ἁγίων Πολυκλείτου, Ἁγίων Ἐκεφύ- | |
λου, Πράοχος, Φιλιστίων, Καλλείδας Εὐκλείδα. |