[ ]
Phokis — Delphi — ca. 140-100 BC
1 | ἄρχοντος Ὑβρία, βουλευόντων τὰν δευτέραν ἑξάμη- |
νον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ Πολύωνος, | |
γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομένεος, ἀνε- | |
γράφη ἁ ἀνάθεσις. ἀγωνοθετέοντος Εὐνίκου Τριτέος μη- | |
5 | νὸς τετάρτου, ἐν δὲ Φυσκέοις ἄρχοντος Εὐκλείδα μηνὸς |
Ἀρατύου τριακάδι, ἐν ἐννόμωι ἐκκλησίᾳ, ἀνέθηκε Ἀγη- | |
σιβούλα Φυσκίς, συνευδοκεόντων τοῦ τε πατρὸς αὐτᾶς | |
Λύκωνος καὶ τᾶς ματρὸς Ἁρμοξένας, τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μνασώ, ὥστε ἱερὰν | |
10 | εἶμεν καὶ ἀνέφαπτον καὶ ἐλευθέραν Μνασώ. εἰ δέ τι Μνα- |
σὼ πάθοι ἀγενὴς ὑπάρχουσα, τὰ καταλειφθέντα ὑπὸ | |
Μνασῶς Ἀγησιβούλας ἔστω. μάρτυροι· ἄρχοντες Εὔ- | |
νικος, Εὐκλείδας, Δαμοκλείδας, ταμίας Ἀρχέπολις | |
καὶ οἱ συνπαρόντες ἐν τᾶι ἐκκλησίαι Ἀριστόλαος, Νι- | |
15 | κόμαχος, Δαμοτέλης, Δαμοκλείδας, Δαμόκριτος, |
Ἀρίστων, Θεόσαμος, Ξενόλαος, Μικκίνας, Εἴμηλος, | |
Ξένων, Λεόντιος Δαμάνθεος, Ἀντιγενείδας, | |
Χαιρέδαμος, Χαρίδαμος, Ξενοκράτης Παν- | |
ταινέτου, Ἀριστόλαος. |