[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος Ὑβρία, βουλευόντων τὰν δευτέραν ἑξάμη-
νον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ Πολύωνος,
γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομένεος, ἀνε-
γράφη ἁ ἀνάθεσις. ἀγωνοθετέοντος Εὐνίκου Τριτέος μη-
5 νὸς τετάρτου, ἐν δὲ Φυσκέοις ἄρχοντος Εὐκλείδα μηνὸς
Ἀρατύου τριακάδι, ἐν ἐννόμωι ἐκκλησίᾳ, ἀνέθηκε Ἀγη-
σιβούλα Φυσκίς, συνευδοκεόντων τοῦ τε πατρὸς αὐτᾶς
Λύκωνος καὶ τᾶς ματρὸς Ἁρμοξένας, τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μνασώ, ὥστε ἱερὰν
10 εἶμεν καὶ ἀνέφαπτον καὶ ἐλευθέραν Μνασώ. εἰ δέ τι Μνα-
σὼ πάθοι ἀγενὴς ὑπάρχουσα, τὰ καταλειφθέντα ὑπὸ
Μνασῶς Ἀγησιβούλας ἔστω. μάρτυροι· ἄρχοντες Εὔ-
νικος, Εὐκλείδας, Δαμοκλείδας, ταμίας Ἀρχέπολις
καὶ οἱ συνπαρόντες ἐν τᾶι ἐκκλησίαι Ἀριστόλαος, Νι-
15 κόμαχος, Δαμοτέλης, Δαμοκλείδας, Δαμόκριτος,
Ἀρίστων, Θεόσαμος, Ξενόλαος, Μικκίνας, Εἴμηλος,
Ξένων, Λεόντιος Δαμάνθεος, Ἀντιγενείδας,
Χαιρέδαμος, Χαρίδαμος, Ξενοκράτης Παν-
ταινέτου, Ἀριστόλαος.
20
Search Help
Contact Us