[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Εὐκλέος μηνὸς Ἡρα- |
κλείου, βουλευόντων τὰν δευτέραν ἑξά- | |
μηνον Ἁγίωνος τοῦ Πολυκλείτου, Καλλικράτε- | |
ος τοῦ Διοδώρου, γραμματεύοντος Δάμωνος | |
5 | τοῦ Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔνους Εὐνεί- |
κου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Εὐνείκου, τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσί- | |
χα καὶ τὸν υἱὸν αὐτᾶς Τειμόθεον τὸ γένος οἰκογενῆ, τι- | |
μᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, ἐφ’ ὧι | |
10 | ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων, |
ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέ- | |
λωντι. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐκλ[εί]- | |
δας Κάλλωνος, Ξένων Μνάσ[ων]ος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδου- | |
λισμῶι Σωσίχας ἢ Τιμοθέου, βέβαιον παρεχόντων τῶι θε- | |
15 | ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὔνους καὶ οἱ βεβαιωτῆρες |
Εὐκλείδας, Ξένων· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ- | |
νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως | |
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωσί- | |
χαν καὶ Τιμόθεον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ | |
20 | ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ |
Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες | |
Καλλικράτης Διοδώρου [․․․․․․] | |
καὶ ἰδιῶται Σωκλῆς, Τιμόκριτος, Χαρίξενος | |
[․․․․․]μένεος, Βαβύλος Ἀνδρομένεος, | |
25 | [Τιμ]οχάρης, Λύκος. |