[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐκλέος μηνὸς Ἡρα-
κλείου, βουλευόντων τὰν δευτέραν ἑξά-
μηνον Ἁγίωνος τοῦ Πολυκλείτου, Καλλικράτε-
ος τοῦ Διοδώρου, γραμματεύοντος Δάμωνος
5 τοῦ Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔνους Εὐνεί-
κου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Εὐνείκου, τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσί-
χα καὶ τὸν υἱὸν αὐτᾶς Τειμόθεον τὸ γένος οἰκογενῆ, τι-
μᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, ἐφ’ ὧι
10 ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων,
ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέ-
λωντι. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐκλ[εί]-
δας Κάλλωνος, Ξένων Μνάσ[ων]ος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδου-
λισμῶι Σωσίχας ἢ Τιμοθέου, βέβαιον παρεχόντων τῶι θε-
15 ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὔνους καὶ οἱ βεβαιωτῆρες
Εὐκλείδας, Ξένων· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ-
νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωσί-
χαν καὶ Τιμόθεον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ
20 ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ
Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες
Καλλικράτης Διοδώρου [․․․․․․]
καὶ ἰδιῶται Σωκλῆς, Τιμόκριτος, Χαρίξενος
[․․․․․]μένεος, Βαβύλος Ἀνδρομένεος,
25 [Τιμ]οχάρης, Λύκος.
Search Help