[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Εὐκλέος μηνὸς Εἰλαίου, βουλευόντων |
τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Πολυκλείτου, | |
Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύοντος Δά- | |
μωνος τοῦ Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
5 | Δαμὼ Καλλιδάμου, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς |
αὐτᾶς Ἀμφιστράτου καὶ τῶν υἱῶν αὐτᾶς Καλλιδά- | |
μου, Μνάσωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
ναικεῖον ἇι ὄνομα Εὔκλεια τὸ γένος Σύραν, τιμᾶς | |
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
10 | καθὼς ἐπίστευσε Εὔκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέ- | |
λη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων | |
[․․․]ωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Εὐκλείας, | |
15 | βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα |
Δαμὼ καὶ ὁ βεβαιωτὴρ Κλέων· εἰ δὲ μὴ παρέχοιν βέβαι- | |
ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν | |
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντων συλέοντες Εὔκλειαν ὡς ἐλευθέ- | |
20 | ραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Πραξίας, Ἀνδρό[νικ]ος καὶ οἱ ἄρχον- | |
τες Ἁγίων, Καλλικράτης, Δάμων καὶ ἰδιῶται | |
Κ[λε]ύδαμος Μαντία, Κλέων Διονυσίου, Νικά[ρε]- | |
25 | τος, Ἡρακλείδας Ἀριστοδάμου, Εὐκλείδας [Καλλεί]- |
δα, Τιμόκρ{ε}ιτος {²⁶Τιμόκριτος}²⁶. |