[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος ἐν Χαράδρα Ἀριστομένεος |
τοῦ Χαρμίδα μηνὸς ὀγδόου, ἐν Δελφοῖς | |
δὲ ἄρχοντος Εὐκλέος τοῦ Καλλιστρά- | |
τοῦ μηνὸς Ἡρακλήου, βουλευόντων | |
5 | τὰν δευτέραν ἑξάμηνον Καλλικράτεος |
τοῦ Διοδώρου, Ἁγίωνος τοῦ Πολυκλεί- | |
του, γραμματεύοντος Δάμωνος τοῦ | |
Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο Σω- | |
τέλης Ἀριστομένεος, συνευδοκεόν- | |
10 | των καὶ τῶν υἱῶν αὐτοῦ Ἀριστομένεος |
καὶ Ἀριστομάχου Χαραδραίων, τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σω- | |
σίας τὸ γένος Γαλάταν τεχνείταν σκυ- | |
τῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τι- | |
15 | μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσίας |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ- | |
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν- | |
τα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς | |
κα θέλη. βεβαιωτῆρες κατὰ τοὺς νόμους | |
20 | τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· Δάμων |
Ξενοστράτου Δελφός, Πολυκράτης Πολυ- | |
ξένου Χαραδραῖος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα- | |
ταδουλισμῶι Σωσία, βέβαιον παρεχόν- | |
των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
25 | νος Σωτέλης καὶ οἱ βεβαιωτῆρες Δά- |
μων, Πολυκράτης· εἰ δὲ μὴ παρέχοιν βέ- | |
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι | |
ἐόντων κατὰ τοὺς νόμους τᾶς πόλιος | |
καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ | |
30 | καὶ οἱ παρατυγχάνον- |
τες κύριοι ἐόντων συλέοντες Σωσίαν | |
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
πόδικοι [πάσας δί]κας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ οἱ | |
35 | ἄρχοντες Ἁγίων Πολυκλείτου, Καλλικράτης Διο- |
δώρου, Δάμων Ξενοστράτου καὶ ἰδιῶται Πρώταρ- | |
χος, Σώξενος, Εὐχαρμ[ί]δας, Δρ[ομοκ]λείδας, [Μ]ένης, | |
Δημήτριος [․․․․․․․․․․․․․․․․․․․․]- | |
κος Δελφοί, Ἀριστόδαμος, Σέλευκος, Κλεόβουλος, Ζ[η]- | |
40 | [ν]όδωρος Χαραδραῖοι. μάρτυροι [․․․․․․] συνευδόκησαν |
οἱ υἱοί· Δάμων Ξενοστράτου, Μεγάτας, Πολέμαρ- | |
χος Χαριξένου, Πάτρων Ἰατάδα, Ξένων [Ξε]νοκρίτου, | |
Σέλευκος Ἀριστομάχου, Τιμόκριτος Εὐ- | |
κλείδα, Κλέων Τιμαγόρου, Μένης [Πεισι]- | |
45 | στράτου Δελφοί, Πολυκράτης Πολυξένου |
Χαραδραῖος, Ἀρίδαμος Ἀνδρομέν[εος ․․․․]- | |
αῖος. |