[ ]
Phokis — Delphi — ca. 140-100 BC
1 | ἄρχοντ[ος ἐ]ν Ἀμφίσσαι Ἀριστοδάμου τοῦ Ἐπινίκου |
μηνὸς Ἀγρεστυῶνος, ἐν Δελφοῖς δὲ ἄρχοντος Δάμωνος τοῦ | |
Ξενοστράτου μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν ἑξά- | |
μηνον Βαβύλου τοῦ Αἰακίδα, Κλέωνος τοῦ Δαμοσθένεος, γραμ- | |
5 | ματεύοντος Δίωνος τοῦ Ἐπισ[θ]ένεος, ἐπὶ τοῖσδε ἀπέδοτο |
Σωσίλα Εὐτέλεος Ἀμφισσὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
ον ἇι ὄνομα Δωρὶς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
σάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καὶ τὰν θυγατέρα αὐτᾶς ἇι ὄν- | |
[ομα] Δαμαινέτα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευ- | |
10 | σε Δωρὶς καὶ Δαμαινέτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθ- |
εραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, ποιέου- | |
σαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαι- | |
ωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· | |
Δαμοκλῆς καὶ Πραξίδαμος Μνασιλάου Ἀμφισσεῖς. εἰ δέ | |
15 | τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δωρίδος ἢ Δαμαι- |
νέτας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο- | |
δο[μέν]α Σωσίλα καὶ οἱ βεβαιωτῆρες Δαμοκλῆς καὶ Πρα- | |
ξίδαμος· ε[ἰ δὲ] μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠν- | |
άν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. | |
20 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον- |
τες Δωρίδα καὶ Δαμαινέταν ὡς ἐλευθέρας ἐούσας ἀζάμ- | |
ιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
[τυ]ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Δρομοκλείδας, | |
ἄρχοντες· Σέλευκος· Δίων· Τιμόκρ[ι]τος. |