[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος Ἡρα[κλε]ίδα μηνὸς [Θ]ευξενίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Φίλωνος, Πο-
λυτιμίδα, Ἐχεφύλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἐχέφυλος Πολ[υ]κλείτου τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρεῖον ὧι ὄνομα Ζωΐλος τὸ γένος ἐγγενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ὑβρίας Ξένωνος. εἰ δέ τις ἅπτοιτο [Ζωΐλου], βέβαιον
5 παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιν βέβαιον
τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων. ὁμοίως δὲ καὶ οἱ παρατυγ[χάν]οντες κύριοι ἐόντων
συλέοντες Ζωΐλον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ὄντες οἱ συλέοντες [καὶ ἀνυπό]δικοι πάσας
δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ζωΐλος παρὰ Γαλάτειαν ἄχρι οὗ κα ζώη ποι-
έων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως καὶ δ[ουλεύων]
10 Γαλατεία· εἰ δὲ μὴ ποιέοι τὸ ποτιτασσόμενον ἢ μὴ δου-
λώη καθὼς γέγραπται, ἐξουσίαν ἐχέτω ἐπιτι-
μῆν καὶ ἄλλος ὑπὲρ Γαλάτειαν ὅν κα
Γαλάτεια κελεύση. μάρτυροι· ὁ ἱερεὺς τοῦ
Ἀπόλλωνο[ς Ἄρ]χων καὶ οἱ ἄρχοντες
15 Φίλων Ἰατάδα, Πολυτιμίδας, Ἐχέφυλο[ς], ἰδι-
ῶται Ἄγων, Νικάτας, Ἁβρόμαχος, Τιμόκριτος.
Search Help