[ ]
Phokis — Delphi — ca. 140-100 BC
1 | ἄρχοντος Ἡρα[κλε]ίδα μηνὸς [Θ]ευξενίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Φίλωνος, Πο- |
λυτιμίδα, Ἐχεφύλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἐχέφυλος Πολ[υ]κλείτου τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα Ζωΐλος τὸ γένος ἐγγενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν | |
ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ὑβρίας Ξένωνος. εἰ δέ τις ἅπτοιτο [Ζωΐλου], βέβαιον | |
5 | παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιν βέβαιον |
τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων. ὁμοίως δὲ καὶ οἱ παρατυγ[χάν]οντες κύριοι ἐόντων | |
συλέοντες Ζωΐλον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ὄντες οἱ συλέοντες [καὶ ἀνυπό]δικοι πάσας | |
δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ζωΐλος παρὰ Γαλάτειαν ἄχρι οὗ κα ζώη ποι- | |
έων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως καὶ δ[ουλεύων] | |
10 | Γαλατεία· εἰ δὲ μὴ ποιέοι τὸ ποτιτασσόμενον ἢ μὴ δου- |
λώη καθὼς γέγραπται, ἐξουσίαν ἐχέτω ἐπιτι- | |
μῆν καὶ ἄλλος ὑπὲρ Γαλάτειαν ὅν κα | |
Γαλάτεια κελεύση. μάρτυροι· ὁ ἱερεὺς τοῦ | |
Ἀπόλλωνο[ς Ἄρ]χων καὶ οἱ ἄρχοντες | |
15 | Φίλων Ἰατάδα, Πολυτιμίδας, Ἐχέφυλο[ς], ἰδι- |
ῶται Ἄγων, Νικάτας, Ἁβρόμαχος, Τιμόκριτος. |