SGDI II 2091
[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδα μηνὸς Ἀμαλίου, Βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Ἀριστίωνος τοῦ Εὐκλείδα, Ἀσανδρίδα Πραόχου τοῦ Ἀρ-
χελάου, γραμματεύοντος δὲ Πάτρωνος τοῦ Ἰατάδα, ἐν δέ Ἀμφίσσα ἄρχον-
τος Νικάρχου τοῦ Ἰόλα μηνὸς Γιγαντί[ου], ἐπὶ τοῖσδε ἀπέδοτο Ξάνθιον,
5 συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς [․․]κία καὶ τοῦ υἱοῦ αὐτᾶς Καφισία
καὶ τᾶς θυγατέρος Μελισσίδος, τῶι Ἀπ[όλλω]νι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Κοσσύφα τὸ γένος Σύραν καὶ τὸν υἱὸν αὐτᾶς Μανθ[ά]νην,
τιμᾶς ἀργυρίου [μνᾶν τεσσ]άρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς [ἐπί]-
[στευσαν Κοσ]σύφ[α κ]αὶ Μαν[θάνη]ς τὰν ὠνὰν τῶι θεῶι. βεβαιωτῆρ[ες] κατὰ
10 τοὺς νόμους τᾶς πόλιος· Καφισίων [․․․․ Ἀμ]φισσεύς, Πασίων Κλέωνος Δελφός.
εἰ δέ τις {αν} ἐφάπτοιτο Κοσσύφας ἢ Μαν[θά]νου ἐπὶ καταδουλισμῶι, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ξάνθιον καὶ οἱ βεβαιωτῆ-
ρες· εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοί[ως δὲ] καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντων συλέοντες Κοσσύφαν καὶ Μανθά[νην] ὡς ἐλευθέρους
15 ἐόντας ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος καὶ ἰδιῶται Τιμόκριτος, Ξενόκριτος
Ταραντίνου, Κλέων Κλευδάμου, Ταραντῖνος Ξενοκρίτου Δελφοί, Ἀγησίλαος
Δαμοκλέος, Δαμοκλῆς Μνασιλάου, Τιμέας, Στρατόνικος, Δαμόφαντος, Ἰσαῖος
Ἀμφισσεῖς.
Search Help
Contact Us