[ ]
Phokis — Delphi — ca. 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου μηνὸς Ποιτροπί- |
ου τοῦ δευτέρου, βουλευόντων τὰν | |
πρώταν ἑξάμηνον Σω- | |
σιπάτρου τοῦ Αἰακίδα, Σωξένου τοῦ | |
5 | Ἐχεφύλου, γραμματεύοντος δὲ Γενναίου |
τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστίων | |
[Ἀναξ]ανδρία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι | |
ὄνομα Ἵλαρον τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέν- | |
τε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἵλαρον τῶι θε- | |
10 | ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- |
των τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα | |
οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Βαβύλος | |
Αἰ[ακί]δα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἱλάρου, βέβαι- | |
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀρι- | |
15 | στίων καὶ ὁ βεβαιωτὴρ Βαβύλος· εἰ δὲ μὴ παρέχοιν βέβαιον |
τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
των συλέοντες Ἵλαρον ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμ- | |
ιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας [δί]κας | |
20 | καὶ ζαμίας. εἰ δέ τι γένοιτο ἐξ Ἱλάρου ἔκ- |
γονον, ἐπίνομον ἔστω ὧν κα ἐπικτήσηται | |
Ἵλαρον. εἰ δὲ ἀνθρώπινόν τι γένοιτο [περὶ] | |
Ἵλαρον ἀγενῆ οὖσαν, [ἅ κα] ἐπικτήση- | |
ται Ἵλαρον Ἀριστίωνος ἔστω. μάρτυρ[οι]· | |
25 | ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ |
ἄρχοντες Σωσίπατρος, Σώξενος, | |
Γενναῖος καὶ ὁ νεωκόρος Μένης | |
καὶ ἰδιῶται [Λ]αιάδας, Βαβύλος Ἀνδρο- | |
μένεος, Ἀναξανδρίδας, Πάτρων | |
30 | Ἰατάδα, [Σέλευκ]ος [Ἀρισ]τομάχου, Τι[μόκριτος]. |