[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου μηνὸς Ποιτροπί-
ου τοῦ δευτέρου, βουλευόντων τὰν
πρώταν ἑξάμηνον Σω-
σιπάτρου τοῦ Αἰακίδα, Σωξένου τοῦ
5 Ἐχεφύλου, γραμματεύοντος δὲ Γενναίου
τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστίων
[Ἀναξ]ανδρία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι
ὄνομα Ἵλαρον τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέν-
τε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἵλαρον τῶι θε-
10 ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
TWN TO\N PA/NTA BI/ON, POIE/OUSA O(/ KA QE/LHI KAI\ A)POTRE/XOUSA
οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Βαβύλος
Αἰ[ακί]δα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἱλάρου, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀρι-
15 στίων καὶ ὁ βεβαιωτὴρ Βαβύλος· εἰ δὲ μὴ παρέχοιν βέβαιον
τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες Ἵλαρον ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμ-
ιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας [δί]κας
20 καὶ ζαμίας. εἰ δέ τι γένοιτο ἐξ Ἱλάρου ἔκ-
γονον, ἐπίνομον ἔστω ὧν κα ἐπικτήσηται
Ἵλαρον. εἰ δὲ ἀνθρώπινόν τι γένοιτο [περὶ]
Ἵλαρον ἀγενῆ οὖσαν, [ἅ κα] ἐπικτήση-
ται Ἵλαρον Ἀριστίωνος ἔστω. μάρτυρ[οι]·
25 ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ
ἄρχοντες Σωσίπατρος, Σώξενος,
Γενναῖος καὶ ὁ νεωκόρος Μένης
καὶ ἰδιῶται [Λ]αιάδας, Βαβύλος Ἀνδρο-
μένεος, Ἀναξανδρίδας, Πάτρων
30 Ἰατάδα, [Σέλευκ]ος [Ἀρισ]τομάχου, Τι[μόκριτος].
Search Help
Contact Us