[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος ἐν [Δε]λφοῖς Εὐκλέος μηνὸς Ποιτροπίου, βουλευόντων τὰν
πρώταν ἑξάμ[ην]ον Εὐδόκου τοῦ Πραξία, Ἀγησιλάου τοῦ Ταραντίνου, γραμ-
ματεύοντος [δ]ὲ Πολίτα τοῦ Ἀσάνδρου, ἐν δὲ Ἀθήναις στραταγέοντος
Ξενοκλέος μηνὸς Ποσειδεῶνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Φιλίστ[ου]
5 Ἀθηναῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα τὸ
γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Ἀρσινόα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ-
μεν κ[αὶ] ἀνέφαπτος ἀπὸ π[άν]των τὸν πάντα βίον, ποιέουσα
ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ
10 κατὰ τὸν νόμον τᾶς πόλιος· Εὔδοκος Πρα-
ξία Δελφός. εἰ δέ τις ἅπτοιτο ἐπὶ
καταδουλισμῶι
Ἀρσινόας, βέβαιον παρεχόντων τῶι
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ξέ-
15 νων καὶ ὁ βεβαιωτὴρ Εὔδοκος· εἰ δὲ μὴ
παρέχ[οιεν, πράκτι]μοι ἐόντων κατὰ τὸν νό-
μον τᾶς πόλ[ιος], καὶ ὁμοίως ὁ παρατυχὼν
κύριος ἔστω [σ]υλέων Ἀρσινόαν ὡς ἐ-
λευ[θ]έραν ἐο[ῦσα]ν ἀνυπεύθυνος ἐὼν καὶ
20 ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
Νικόλαος Τίμωνος, Καλ[λί]μαχος καὶ Ὑβρίλαος
Μνασιδάμου, Ἄνδρων Ξενοκλέος, Φίλιστος
Ξένωνος Χαλειεῖς, Διονύσιος Ἐρά[τ]ωνος, Βαβύ-
λος Αἰακίδα, [Λ]αιάδας Βαβύλου, Ξένων Ξενοκρί-
25 του, Δαμό[φ]ιλος Ἡρακλείδα, Τιμόκριτος Εὐκλεί-
δα Δελφοί.
Search Help
Contact Us