[ ]
Phokis — Delphi — ca. 140-100 BC
1 | ἄρχοντος [Ξεν]οκ[ρ]ίτου τοῦ Ταραντί- |
νου μηνὸς Βοαθόου, βουλευόντων | |
τὰν πρώταν ἑξάμηνον [Σ]ωξένου τοῦ Ἐχε- | |
φύλου, Σωσιπάτρου τοῦ Αἰακίδα, γραμματεύ- | |
5 | οντος Γενναίου τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀ- |
πέδοντο Πραξίας καὶ Πραξὼ τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον κορίδιον ἐνδογενὲς | |
ἇι ὄνομα Δικαιοσύνα, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
σάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπί- | |
10 | στευσε Δικαιοσύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸν πάντα χρόνον. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πό- | |
λιος· Εὔδικος καὶ Θρασυκλῆς. εἰ δέ τις ἅπτοιτο ἐπὶ κατα- | |
δουλισμῶι Δικαιοσύνας, βέβαιον παρεχόντων τῶι θε- | |
15 | ῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίως |
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
Δικαιοσύναν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες | |
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω | |
δὲ Δικαιοσύνα παρὰ Πραξίαν καὶ Πραξὼ ἄχρι οὗ κα ζώ- | |
20 | ωντι ἀμφότεροι ποιέουσα τὸ ποτιτασσόμενον |
πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Δικαι- | |
οσύνα, ἐξουσίαν ἐχόντων ἐπιτιμέοντες καθ’ ὅ | |
κα ἀδικέη. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
Ἄρχων καὶ οἱ ἄρχοντες Σώξενος, Σωσίπατρος, | |
25 | [Γενναῖ]ος καὶ ἰδιῶται Τιμόκριτος. |