SGDI II 2088
[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος [Ξεν]οκ[ρ]ίτου τοῦ Ταραντί-
νου μηνὸς Βοαθόου, βουλευόντων
τὰν πρώταν ἑξάμηνον [Σ]ωξένου τοῦ Ἐχε-
φύλου, Σωσιπάτρου τοῦ Αἰακίδα, γραμματεύ-
5 οντος Γενναίου τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀ-
πέδοντο Πραξίας καὶ Πραξὼ τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον κορίδιον ἐνδογενὲς
ἇι ὄνομα Δικαιοσύνα, τιμᾶς ἀργυρίου μνᾶν τεσ-
σάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπί-
10 στευσε Δικαιοσύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα χρόνον. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πό-
λιος· Εὔδικος καὶ Θρασυκλῆς. εἰ δέ τις ἅπτοιτο ἐπὶ κατα-
δουλισμῶι Δικαιοσύνας, βέβαιον παρεχόντων τῶι θε-
15 ῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
Δικαιοσύναν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω
δὲ Δικαιοσύνα παρὰ Πραξίαν καὶ Πραξὼ ἄχρι οὗ κα ζώ-
20 ωντι ἀμφότεροι ποιέουσα τὸ ποτιτασσόμενον
πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Δικαι-
οσύνα, ἐξουσίαν ἐχόντων ἐπιτιμέοντες καθ’ ὅ
κα ἀδικέη. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος
Ἄρχων καὶ οἱ ἄρχοντες Σώξενος, Σωσίπατρος,
25 [Γενναῖ]ος καὶ ἰδιῶται Τιμόκριτος.
Search Help
Contact Us