[ ] Phokis — Delphi — ca. 150-140 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Δοριμάχου
Τριχονέος μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρ-
χοντος Σωξένου μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Εὐβουλίδας Μηνίου Φαλικαῖος τῶι Ἀ-
5 πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Ἀρίστων ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Ἀρίστων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ
10 πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς
κα θέλη. εἰ δέ τίς κα ἐφάπτηται Ἀρίστωνος ἐπὶ κα-
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν
ὠνὰν ὅ τε ἀποδόμενος Εὐβουλίδας καὶ ὁ βεβαιω-
τὴρ Μνασίθεος τῶι θεῶι καὶ ὁμοίως ὁ παρατυχὼν
15 κύριος ἔστω συλέων Ἀρίστωνα ὡς ἐλεύθερον ὄν-
τα ἀνυπεύθυνος ἐὼν καὶ ἀνυπόδικος πάσας δί-
κας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τοὺς νόμους
καὶ κατὰ τὸ σύμβολον· Μνασίθεος Διοδώρου
Δελφός. μάρτυροι· οἱ ἄρχοντες τῶν Δελφῶν
20 Ἀντιγένης Διοδώρου, Λαιάδας Βαβύλου, Ἡρα-
κλείδας Καλλία, ἰδιῶται Εὐάγγελος Πάτρω-
νος, Κλέων Διονυσίου, Ἀζάρατος Ἀντιχάρεος,
Ἀρίστων Δαμοφάνεος, Κλεόδαμος Μαντία,
Ἄθαμβος Ἀθανίωνος Δελφοί, Εὐκράτης Ἀρμε-
25 νιωνος, Ἡρίας Ἀθανίωνος Φαλικαῖοι.
Search Help
Contact Us