[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντος Πυῤῥία μηνὸς Βυσίου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Πολέμωνος τοῦ Πολε-
μά<ρ>χου, Κλέωνος τοῦ Δαμοσθένεος, γραμματεύον-
τος δὲ Γλαύκου τοῦ Γενναίου, ἐπὶ τοῖσδε ἀπέδοτο
5 Ξενοχάρης Πολυξένου, συνευδοκεόντων καὶ τῶν ὑῶν αὐτοῦ Πολυξένου καὶ Ἀρίστωνος,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνομα Σωσι[κλῆ]ς, τιμᾶς ἀργυρίου μνᾶν δύο
στατήρ[ων] ἑπ[τὰ] δραχμᾶς, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποι-
[έοντα ὅ κα θέλῃ] καὶ ἀποτρέχοντα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον [τᾶς] πόλι]ος· [Ἀ]ρίστων Στράτωνος.
[εἰ δέ τις ἐφάπτ]οιτο Σωσικλέος ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων Σωσικλῆ ὡς λύτρα
10 [Ξενοχάρεος λαβόν]τος ἐκ πολεμίων ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας [δίκας καὶ ζαμίας, καὶ ὁ] βεβαιωτὴ[ρ]
καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Πατρέας· Μικκύλος,
[Μέντ]ωρ, Σωσικράτης.
Search Help