[ ]
Phokis — Delphi — 175/174 BC
1 | ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελεσάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον |
ἇι ὄνομα Ἱστιώ, τιμᾶς ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δρομοκλείδας Ἁγ<ί>ωνος Δελφός. παραμεινάτω δέ Ἱστιὼ παρὰ Φίλωνα μέχρι κα ζώη Φίλων | |
ποέουσα πᾶν τὸ ποτιτασσόμενον τὸ δυνατόν· εἰ δέ κα μὴ ποιῆ Ἑστιὼ ἢ μὴ παραμείνη, ἐξέστω Φίλωνι ὅ κα θέλη ποε<ῖ>ν. εἰ δέ τί κα πάθη Φίλων, ἐλευθέρα ἔστω | |
Ἱστιὼ καὶ ἀνέφαπτος οὖσα ἀπὸ πάντων, κυριεύουσα αὐσωτᾶς, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μὴ ἐξέστω δὲ Ἑστιὼ ἀλλαχᾶι κατοικε<ῖ>ν, ἀλλ’ ἢ ἐν Δελφο[ῖ]ς. | |
5 | στεφανούτω δὲ κατὰ μῆνα νουμηνίαι καὶ ἑβδόμα τὴν Φίλωνος εἰκόνα δαφνίνωι στεφάνωι πλεκτῶι. μάρτυρες· τοὶ ἱ<ε>ρεῖς Ἄθανβος, Ἀμύντας καὶ οἱ ἄρχον- |
τες Βούλων, Μελισσίων, Ξένων, ἰδιῶται Μαντίας Κλεοδ[ά]μου, Ξενέας Βαβύλου, Καλλίερος Δελφοί. |