[ ]
Phokis — Delphi — 184 BC
1 | ἀγαθᾶι τύχαι. |
ἄρχοντος Εὐκράτεος μηνὸς Ἰλαίου, τάδε διέθετο | |
Νίκων ὑπὲρ Δωρήματος, συνευδοκεούσας τᾶς θυγα- | |
τέρος Καλλιβούλας. εἰ μέν κα ἐπιβιώση Νίκων ἔτη | |
5 | ὀκτὼ ἢ πλείονα, παραμείνασαν, εἴ τί κα πάθηι Νίκων, |
ἐλευθέραν εἶμεν Δώρημα· εἰ δέ τί κα πρότερον πάθη[ι] | |
Νίκων πρὸ τοῦ τὰ ὀκτὼ ἔτη διελθεῖν, κατενέγκαι Δώ- | |
ρημα Καλλιβούλαι τοῦ καταλειπομένου χρόνου ἐν τ[ὰ] | |
ὀκτὼ ἔτη τοῦ ἐνιαυτοῦ ἑκάστου ἀργυρίου ἡμιμναῖον, | |
10 | οἰκέουσαν ἔξω καὶ κυριεύουσαν αὐτοσαυτᾶς· ἄρξει |
τῶν ὀκτὼ ἐτέων μὴν Ἰλαῖος ὁ ἐπὶ Εὐκράτεος ἄρχοντος. | |
ἐπὶ τούτοις ἔδωκε Νίκων τὰν ὠνὰν Δωρήματος τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι. βεβαιωτὴρ τούτων ἐπιτελεσ- | |
θέντων· Ἀρχέλαος Θηβαγόρα Δελφός. μάρτυρες· | |
15 | ὁ ἱερε{ρε}ὺς {²⁶ἱερεὺς}²⁶ Ἄθαμβος καὶ τῶν ἀρχόντων Σωδαμί- |
δας, Κράτων, ἰδιῶται Μένων, Σωτύλος, Ἀγάθων, | |
Εὐκλῆς, Ἄνδρων. ἁ ὠνὰ παρὰ Ἄθαμβον τὸν ἱερῆ. |