[ ] Phokis — Delphi — 184 BC
1 ἀγαθᾶι τύχαι.
ἄρχοντος Εὐκράτεος μηνὸς Ἰλαίου, τάδε διέθετο
Νίκων ὑπὲρ Δωρήματος, συνευδοκεούσας τᾶς θυγα-
τέρος Καλλιβούλας. εἰ μέν κα ἐπιβιώση Νίκων ἔτη
5 ὀκτὼ ἢ πλείονα, παραμείνασαν, εἴ τί κα πάθηι Νίκων,
ἐλευθέραν εἶμεν Δώρημα· εἰ δέ τί κα πρότερον πάθη[ι]
Νίκων πρὸ τοῦ τὰ ὀκτὼ ἔτη διελθεῖν, κατενέγκαι Δώ-
ρημα Καλλιβούλαι τοῦ καταλειπομένου χρόνου ἐν τ[ὰ]
ὀκτὼ ἔτη τοῦ ἐνιαυτοῦ ἑκάστου ἀργυρίου ἡμιμναῖον,
10 οἰκέουσαν ἔξω καὶ κυριεύουσαν αὐτοσαυτᾶς· ἄρξει
τῶν ὀκτὼ ἐτέων μὴν Ἰλαῖος ὁ ἐπὶ Εὐκράτεος ἄρχοντος.
ἐπὶ τούτοις ἔδωκε Νίκων τὰν ὠνὰν Δωρήματος τῶι
Ἀπόλλωνι τῶι Πυθίωι. βεβαιωτὴρ τούτων ἐπιτελεσ-
θέντων· Ἀρχέλαος Θηβαγόρα Δελφός. μάρτυρες·
15 ὁ ἱερε{ρε}ὺς {²⁶ἱερεὺς}²⁶ Ἄθαμβος καὶ τῶν ἀρχόντων Σωδαμί-
δας, Κράτων, ἰδιῶται Μένων, Σωτύλος, Ἀγάθων,
Εὐκλῆς, Ἄνδρων. ἁ ὠνὰ παρὰ Ἄθαμβον τὸν ἱερῆ.
Search Help