[ ] Phokis — Delphi — 185 BC
1 ἄρχοντος Νικοβούλου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο {το} Ἀγησίας
Πολυτίμου Ἀμβρύσσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
Κάρπος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κάρπος τῶι θεῶι
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
5 τὸμ πάντα βίον, ποέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι.
βεβαιωτὴρ κατὰ τὸν {μ} νόμον· Κ[λ]εόδαμος Κλέωνος
Δελφός. εἰ δέ τίς κα ἅπτηται Κάρπ[ου, β]έβαιον παρεχόντω
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος [Ἀ]γη[σ]ίας καὶ ὁ βεβαιω-
τὴρ Κλεόδαμος· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω
10 κατὰ τὸν νόμον. ὁμοίως δὲ κ[α]ὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι
[ν]τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ-
[ρ]ες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκρά-
της, Δάμων, ἰδιῶται Νικόβουλος Λυσαγόρα, Ἀρχέλαος
15 Πυθοφάνεος, Εὐχαρίδας Φαίνιος, Μαντίας Πολύωνος.
Search Help
Contact Us