[ ] Phokis — Delphi — 195 BC
1 ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Βυσίου, βουλευόντων
Κλεοδάμου, Λύσωνος, γραμματεύοντος Παρνασσίου, [ἐπὶ] τοῖσδε
ἀπέδοτο Ἐράτιον Ἡρακλεῖδα Δελφὶς Σωτὼ Δόρκωνο[ς τῶι] Ἀπόλλωνι
τῶι Πυθίωι, ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν, κ]αθὼς
5 ἐπίστευσε Σωτὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν [εἶ]μεν,
ποιέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀρίστων Πρα[ό]χου,
Δάμων Ἀνδρομένεος Δελφός. βέβαιον δὲ παρεχόντων τὰν ὠν[ὰν]
ἅ τε ἀποδομένα Ἐράτιον καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ παρέχωντι,
πράκτιμοι ἔστων αὐτῶν καὶ τῶν ἡμιολίων. μάρτυροι· Ὀρθαῖος, Ἁγίων,
10 Λύσων, Πολύκλειτος, Γλαῦκος Δελφοί. ἁ ὠνὰ παρὰ τοὺς ἄρχοντας
Κλεόδαμον, Λύσωνα.
Search Help
Contact Us