[ ]
Phokis — Delphi — 176 BC
1 | ἄρχοντος Μελισσίωνος μηνὸς Βυσίου, ἀπέδοτο Μυρτὶς Ἵππωνος Δελφὶς τῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα |
γυναικεῖον ἇι ὄνομα Θευδότα, τιμᾶς ἀργυρίου μνᾶν τρῖων, καθὼς ἐπίστευσε Θευδότα τὰν ὠνὰν | |
τῶι θεῶι. παραμεινάτω δὲ Θευδότα παρὰ Μυρτίδα ἀνεγκλήτως ἕως κα αὐτὰ ζώη. βεβαιωτήρ· | |
Ἀριστείδας Ἵππωνος Δελφός· παρόντος καὶ τοῦ ἄρχοντος Πραξία. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος· Καλλίκων, | |
5 | Ἀρισταγόρας, Κρίτων, Ἧρυς, Καλλικράτης. |