[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κρίτων Κράτωνος τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σώματα γυναικεῖα τρία αἷς ὀνόματα Σωσίχα, Κλέα, Κρατώ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, κα-
θὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι θεῶι, ὥστε αὐτὰς εἶμεν ἐλευθέρας καὶ ἀνεφάπτους τὸμ πάν-
τα βίον ἀπὸ πάντων, ποιούσας ὅ κα θέλωντι αὐταὶ Σωσίχα, Κλέα, Κρατώ. βεβαιωτῆρες κατὰ
5 τὸν νόμον τᾶς πόλιος· Ἀρχέλαος Πυθοφάνεος, Ὀρθαῖος Ἀτεισίδα. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας
καὶ τοὶ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀριστίων καὶ ἰδιῶται Δαμοσθένης, Ἧρυς, Καλλίκων.
Search Help
Contact Us