[ ] Phokis — Delphi — 177 BC
1 στραταγέοντος τῶμ Φωκέων Εὐαινέτου Ἀμβρυσσίου μη-
νὸς Ἀμαλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Δαι-
δαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μέλισσα Λιλαῒς σῶμα γυναικεῖον ἇι ὄνο-
μα Ἀριστὼ οἰκογενὲς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρί-
5 ου μνᾶν δύο, καθὼς ἐπίσ{ι}τευσε {²⁶ἐπίστευσε}²⁶ Ἀριστὼ τῶ θεῶ τὰν ὠνάν, ἐφ’ ὧτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτον οὖσαν ποεῖν ὅ κα θέλη. βεβαιωτῆρες κα-
τὰ τὸν νόμον καὶ τὸ σύμβολον· Δάμων [Τε]ιθρώνιος, Διογένης Δελφός.
μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Καλλίκων,
Ἵππων, Ἄθαμβος, Καλλίερος Δελφοί, Κᾶφις, Ξενοφῶν
10 Λιλαεῖς. ἁ ὠνὰ πὰρ Ἀνδρόνικον τῶ θεῶι.
Search Help
Contact Us