[ ] Phokis — Delphi — 180 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Θόα Τριχονέος τὸ τρίτον μηνὸς Ἱπποδρομί-
ου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντιφά-
νης Δαμέα Μυανεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθένα,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Παρθένα τῶι θεῶι τὰν ὠνάν,
5 ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν αὐτὰν καὶ ἀνέφαπτον ἀπὸ πάντων. βεβαιωτὴρ κατὸν
νόμον καὶ τὰν συμβολάν· Πολύων Σίμωνος Δελφός. μάρτυρε{ι}ς {²⁶μάρτυρες}²⁶· τῶν ἀρχόντων
Δαμένης καὶ ὁ προστάτας Δαμοχάρης καὶ ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Αἰακίδας
Φιλαιτώλου, Χαρίξενος Ἀμυνέα, Ζώπυρος Δελφοί, Καλλίξενος Εὐαρχίδα, Πασέας
Δάμωνος Μυανεῖς.
Search Help
Contact Us