[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πειθαγόρα μηνὸς Βουκατίου
Πυθίοις, ἐπὶ τοῖσδε ἀπέδοντο Φιλλέας, Πάτρων Οἰνοαῖοι τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Ζωπυρίων τὸ γένος Λάκωνα, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Ζωπυρίων
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν ἐλεύθερον εἶμεν, ποιέοντα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν
5 συμβολάν· Κρινόλαος, Λύκος Οἰνοαῖοι. μάρτυροι· Ξένων, Ἄθαμβος οἱ ἱερεῖς, Καλλείδας, Ἀρχέλαος, Δεξικράτης,
Νικίας Δελφοί, Σέλευκος Πλυγονεύς, Λύκος, Φάλανθος, Πλείσταινος Καλλιπολῖται, Θηβαγόρας
Ἀμφισσεύς.
Search Help
Contact Us