[ ]
Phokis — Delphi — 197 BC
1 | στραταγέοντος Φαινέα μηνὸς Εὐθυαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Τιμόλοχος Βοαῖος τὰς ἰδίας θεραπαίνας αἷς ὀνόματα Σωκρατὶς καὶ τὰν θυγατέρα Σωκρατίδος | |
Καλλίκλειαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου μνᾶν πέντε· τὰν τιμὰν ἔχει πᾶσαν· καθὼς ἐπίσ- | |
τευσε Σωκρατὶς καὶ ἁ θυγάτηρ αὐτᾶς Καλλίκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰς ἐλευθέρας | |
5 | εἶμεν, ποιούσας ὅ κα θέλωντι καὶ εἷ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον |
καὶ τὰν συμβολάν· Τιμόλοχος Φειδολάου Βοαῖος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος τοῦ Πυθίου Ἄθαμβος, Ξένων καὶ τοὶ ἄρχοντες Πάτρων, Ὀρέστας, Ἐπικράτης, | |
ἰδιῶται Κλεώνυμος, Ἐκέφυλος Ἁγίωνος, Πρώταρχος Δελφοί. ἁ ὠνὰ παρὰ Ἄθαμβον | |
Δελφόν, Κλεώνυμον Ἐριναῖον. |