[ ] Phokis — Delphi — 197 BC
1 στραταγέοντος Φαινέα μηνὸς Εὐθυαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Τιμόλοχος Βοαῖος τὰς ἰδίας θεραπαίνας αἷς ὀνόματα Σωκρατὶς καὶ τὰν θυγατέρα Σωκρατίδος
Καλλίκλειαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου μνᾶν πέντε· τὰν τιμὰν ἔχει πᾶσαν· καθὼς ἐπίσ-
τευσε Σωκρατὶς καὶ ἁ θυγάτηρ αὐτᾶς Καλλίκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰς ἐλευθέρας
5 εἶμεν, ποιούσας ὅ κα θέλωντι καὶ εἷ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον
KAI\ TA\N SUMBOLA/N: *TIMO/LOXOS *FEIDOLA/OU *BOAI=OS. MA/RTUROI: TOI\ I(EREI=S TOU= *)APO/L-
λωνος τοῦ Πυθίου Ἄθαμβος, Ξένων καὶ τοὶ ἄρχοντες Πάτρων, Ὀρέστας, Ἐπικράτης,
ἰδιῶται Κλεώνυμος, Ἐκέφυλος Ἁγίωνος, Πρώταρχος Δελφοί. ἁ ὠνὰ παρὰ Ἄθαμβον
Δελφόν, Κλεώνυμον Ἐριναῖον.
Search Help
Contact Us