[ ] Phokis — Delphi — 198/197 BC
1 στραταγέοντος Φαινέα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἀξίοχος Ὑπαταῖος Στρατυλλὶν τὰν ἰδίαν θεράπαιναν τῶι Ἀπόλλωνι
τῶι Πυθίωι, ἀργυρίου δύο μνᾶν, καθὼς ἐπίστευσε Στρατυλλὶς τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον
5 καὶ τὰν συμβολάν· Ἀρχέλαος Ἀμφισσεύς, Σώπατρος, Παντέλης Ὑπαταῖοι, Ο{ο}ἰνόβιος {²⁶Οἰνόβιος}²⁶
Καλλισταῖος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος καὶ ἰδιῶται Ταραντῖνος,
Ἐμμενίδας, Ὀρέστας, Πολύκλειτος, Νικαγόρας Δελφοί, Μελάνθιος Ὑπαταῖος.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants