[ ]
Phokis — Delphi — 198/197 BC
1 | στραταγέοντος Φαινέα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου μηνὸς Ποιτροπίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἀξίοχος Ὑπαταῖος Στρατυλλὶν τὰν ἰδίαν θεράπαιναν τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι, ἀργυρίου δύο μνᾶν, καθὼς ἐπίστευσε Στρατυλλὶς τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον | |
5 | καὶ τὰν συμβολάν· Ἀρχέλαος Ἀμφισσεύς, Σώπατρος, Παντέλης Ὑπαταῖοι, Ο{ο}ἰνόβιος {²⁶Οἰνόβιος}²⁶ |
Καλλισταῖος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος καὶ ἰδιῶται Ταραντῖνος, | |
Ἐμμενίδας, Ὀρέστας, Πολύκλειτος, Νικαγόρας Δελφοί, Μελάνθιος Ὑπαταῖος. |