[ ]
Phokis — Delphi — 188 BC
1 | βουλαρχέοντος τοῦ Λοκρικοῦ τέλεος Δαμοτέλεος Φυσ- |
KE/OS MHNO\S *)AGUEI/OU, E)N *DELFOI=S DE\ A)/RXONTOS *CE/NWNOS | |
τοῦ Ἀτεισίδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγή- | |
σανδρος Πύθωνος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
5 | σῶμα ἀνδρεῖον ὧι ὄνομα Νίκων τὸ γένος Μεγαρέα, τιμᾶς |
ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Νίκων τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέ- | |
φαπτον, ποέοντα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
Σωκράτης Εὐάρχου Ἀμφισσεύς. μάρτυρες· ὁ ἱερεὺς Ξέ- | |
10 | νων, τῶν δὲ ἀρχόντων Ξένων, ἰδιώται Δαμοχάρης, |
Πραξίας, Ἀρχέλας Δελφοί, Ξένων, Θεύτιμος Ἀμφισσεῖς. |